We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.
/

lyrics

4. Ἐπειδὴ καὶ περὶ τούτων εἴπομεν, φέρε, τἀγαθὸν ὡς ὄντως ὂν καὶ τῶν ὄντων ἁπάντων οὐσιοποιὸν ἀνυμνήσωμεν. Ὁ ὢν ὅλου τοῦ εἶναι κατὰ δύναμιν ὑπερούσιός ἐστιν ὑποστάτις αἰτία καὶ δημιουργὸς ὄντος, ὑπάρξεως, ὑποστάσεως, οὐσίας, φύσεως, ἀρχὴ καὶ μέτρον αἰώνων καὶ χρόνων ὀντότης καὶ αἰὼν τῶν ὄντων, χρόνος τῶν γινομένων, τὸ εἶναι τοῖς ὁπωσοῦν οὖσι, γένεσις τοῖς ὁπωσοῦν γινομένοις.

Ἐκ τοῦ ὄντος αἰὼν καὶ οὐσία καὶ ὂν καὶ χρόνος καὶ γένεσις καὶ γινόμενον, τὰ ἐν τοῖς οὖσιν ὄντα καὶ τὰ ὁπωσοῦν ὑπάρχοντα καὶ ὑφεστῶτα. Καὶ γὰρ ὁ θεὸς οὐ πώς ἐστιν ὤν, ἀλλ᾿ ἁπλῶς καὶ ἀπεριορίστως ὅλον ἐν ἑαυτῷ τὸ εἶναι συνειληφὼς καὶ προειληφώς. Διὸ καὶ βασιλεὺς λέγεται τῶν αἰώνων ὡς ἐν αὐτῷ καὶ περὶ αὐτὸν παντὸς τοῦ εἶναι καὶ ὄντος καὶ ὑφεστηκότος καὶ οὔτε ἦν οὔτε ἔσται οὔτε ἐγένετο οὔτε γίνεται οὔτε γενήσεται, μᾶλλον δὲ οὔτε ἐστίν.

Ἀλλ᾿ αὐτός ἐστι τὸ εἶναι τοῖς οὖσι καὶ οὐ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι τῶν ὄντων ἐκ τοῦ προαιωνίως ὄντος, αὐτὸς γάρ ἐστιν ὁ αἰὼν τῶν αἰώνων, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

Άγιος Διονύσιος ο Αρεοπαγίτης
Περι Θείων Ονομάτων.

credits

from Κ​α​τ​ά​ν​υ​ξ​η, released October 3, 2018

license

all rights reserved

tags

about

Γνόφος Athens, Greece

Fast- H-a

contact / help

Contact Γνόφος

Streaming and
Download help

Redeem code

Report this track or account

If you like Γνόφος, you may also like: